Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 4.46 | Dem. 4.50 (English) | >>Dem. 5.1 |
4.48ἡμῶν δʼ οἱ μὲν περιιόντες μετὰ Λακεδαιμονίων φασὶ Φίλιππον πράττειν τὴν Θηβαίων κατάλυσιν καὶ τὰς πολιτείας διασπᾶν , οἱ δʼ ὡς πρέσβεις πέπομφεν ὡς βασιλέα , οἱ δʼ ἐν Ἰλλυριοῖς πόλεις τειχίζειν , οἱ δὲ λόγους πλάττοντες ἕκαστος περιερχόμεθα .
4.49ἐγὼ δʼ οἶμαι μέν , ὦ ἄνδρες Ἀθηναῖοι , νὴ τοὺς θεοὺς ἐκεῖνον μεθύειν τῷ μεγέθει τῶν πεπραγμένων καὶ πολλὰ τοιαῦτʼ ὀνειροπολεῖν ἐν τῇ γνώμῃ , τήν τʼ ἐρημίαν τῶν κωλυσόντων ὁρῶντα καὶ τοῖς πεπραγμένοις ἐπηρμένον , οὐ μέντοι μὰ Δίʼ οὕτω γε προαιρεῖσθαι πράττειν ὥστε τοὺς ἀνοητοτάτους τῶν παρʼ ἡμῖν εἰδέναι τί μέλλει ποιεῖν ἐκεῖνος · ἀνοητότατοι γάρ εἰσιν οἱ λογοποιοῦντες .
4.50ἀλλʼ ἂν ἀφέντες ταῦτʼ ἐκεῖνʼ εἰδῶμεν , ὅτι ἐχθρὸς ἅνθρωπος καὶ τὰ ἡμέτερʼ ἡμᾶς ἀποστερεῖ καὶ χρόνον πολὺν ὕβρικε , καὶ ἅπανθʼ ὅσα πώποτʼ ἠλπίσαμέν τινα πράξειν ὑπὲρ ἡμῶν καθʼ ἡμῶν εὕρηται , καὶ τὰ λοιπὰ ἐν αὐτοῖς ἡμῖν ἐστί , κἂν μὴ νῦν ἐθέλωμεν ἐκεῖ πολεμεῖν αὐτῷ , ἐνθάδʼ ἴσως ἀναγκασθησόμεθα τοῦτο ποιεῖν , ἂν ταῦτʼ εἰδῶμεν , καὶ τὰ δέοντʼ ἐσόμεθʼ ἐγνωκότες καὶ λόγων ματαίων ἀπηλλαγμένοι · οὐ γὰρ ἅττα ποτʼ ἔσται δεῖ σκοπεῖν , ἀλλʼ ὅτι φαῦλα , ἂν μὴ προσέχητε τὸν νοῦν καὶ τὰ προσήκοντα ποιεῖν ἐθέλητε , εὖ εἰδέναι .
ἐγὼ μὲν οὖν οὔτʼ ἄλλοτε πώποτε πρὸς χάριν εἱλόμην λέγειν ὅ τι ἂν μὴ καὶ συνοίσειν πεπεισμένος ὦ , νῦν θʼ ἃ γιγνώσκω πάνθʼ ἁπλῶς , οὐδὲν ὑποστειλάμενος , πεπαρρησίασμαι . ἐβουλόμην δʼ ἄν , ὥσπερ ὅτι ὑμῖν συμφέρει τὰ βέλτιστʼ ἀκούειν οἶδα , οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστʼ εἰπόντι · πολλῷ γὰρ ἂν ἥδιον εἶχον . νῦν δʼ ἐπʼ ἀδήλοις οὖσι τοῖς ἀπὸ τούτων ἐμαυτῷ γενησομένοις , ὅμως ἐπὶ τῷ συνοίσειν ὑμῖν , ἂν πράξητε , ταῦτα πεπεῖσθαι λέγειν αἱροῦμαι . νικῴη δʼ ὅ τι πᾶσιν μέλλει συνοίσειν .
4.51
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 4.46 | Dem. 4.50 (English) | >>Dem. 5.1 |